Mark 10:1-12

1Καὶ ἐκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας
 καὶ = WH Treg NA/NIV: || διὰ τοῦ = RP
καὶ πέραν τοῦ Ἰορδάνου, καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς.

2
 Καὶ = Holmes WHmarg: || Καὶ προσελθόντες Φαρισαῖοι = WH Treg NA/NIV RP
Καὶ
 ἐπηρώτων = WH Treg NA/NIV: || ἐπηρώτησαν = RP
ἐπηρώτων αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν.
3 δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Τί ὑμῖν ἐνετείλατο Μωϋσῆς; 4οἱ δὲ εἶπαν·
 Ἐπέτρεψεν Μωϋσῆς = WH Treg NA/NIV: || Μωϋσῆς ἐπέτρεψεν = RP
Ἐπέτρεψεν Μωϋσῆς ⸃ βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι.
5
 ὁ δὲ = WH Treg NA/NIV: || Καὶ ἀποκριθεὶς ὁ = RP
δὲ ⸃ Ἰησοῦς εἶπεν αὐτοῖς· Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην·
6ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν
 αὐτούς = WH Treg NA/NIV: || αὐτούς ὁ θεός = RP
αὐτούς·
7ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα
 καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ = Treg NA/NIV RP: || [omit] = WH
καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ ⸃,
8καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ μία σάρξ· 9 οὖν θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω.

10Καὶ
 εἰς τὴν οἰκίαν = WH Treg NA/NIV: || ἐν τῇ οἰκίᾳ = RP
εἰς τὴν οἰκίαν ⸃ πάλιν οἱ μαθηταὶ
 περὶ τούτου = WH Treg NA/NIV: || αὐτοῦ περὶ τοῦ αὐτοῦ = RP
περὶ τούτου ⸃
 ἐπηρώτων = WH NA/NIV: || ἐπηρώτησαν = Treg RP
ἐπηρώτων αὐτόν.
11καὶ λέγει αὐτοῖς· Ὃς
 ἂν = WH Treg NA/NIV: || ἐὰν = RP
ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ἐπ᾽ αὐτήν,
12καὶ ἐὰν
 αὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς γαμήσῃ ἄλλον = WH Treg NA/NIV: || ἐὰν γυνὴ ἀπολύσῃ τὸν ἄνδρα αὐτῆς καὶ γαμηθῇ ἄλλῳ = RP
αὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς γαμήσῃ ἄλλον ⸃ μοιχᾶται.

Copyright information for SBLG